Inscription Database

Inscription from Neapolis – Napoli (Latium et Campania (Regio I))

Canonical URI:
https://edh.ub.uni-heidelberg.de/edh/inschrift/HD027204 (Last Updates: 2015-12-21, Cowey)

Transcription Majuscle
ἐπὶ [ὑ]πάτων Αὐτοκράτορος Καίσ(αρος) Λ(ουκίου) Σεπτιμίου ΕΠΙ [ ]ΠΑΤΩΝ ΑΥΤΟΚΡΑΤΟΡΟΣ ΚΑΙΣ Λ ΣΕΠΤΙΜΙΟΥ
Σεουήρου Π[ερ]τένακος Σεβ(αστοῦ) τὸ β [[[καὶ Δ(εκίμου) Κλωδίου Σεπτιμίου]]] ΣΕΟΥΗΡΟΥ Π[ ]ΤΕΝΑΚΟΣ ΣΕΒ ΤΟ Β [[[ ]]]
[[[Ἀλβίνου Καίσ(αρος)]]] δημαρχοῦντος Μ(άρκου) Αὐρηλίου Ἀπολαύστου ν(εωτέρου) [[[ ]]] ΔΗΜΑΡΧΟΥΝΤΟΣ Μ ΑΥΡΗΛΙΟΥ ΑΠΟΛΑΥΣΤΟΥ Ν
πρ(ὸ) ζʹ καλ(ανδῶν) Ἰανου[α]ρίων γραφομένων παρῆσαν Καίλ(ιος) Ἀσιατικός ΠΡ Ζʹ ΚΑΛ ΙΑΝΟΥ[ ]ΡΙΩΝ ΓΡΑΦΟΜΕΝΩΝ ΠΑΡΗΣΑΝ ΚΑΙΛ ΑΣΙΑΤΙΚΟΣ
Ἰούλ(ιος) Αὐρηλιανός Ἰούλ(ιος) Καιλιανός εἰσηγουμένων <τ>ὴν γνώμην ΙΟΥΛ ΑΥΡΗΛΙΑΝΟΣ ΙΟΥΛ ΚΑΙΛΙΑΝΟΣ ΕΙΣΗΓΟΥΜΕΝΩΝ ΗΝ ΓΝΩΜΗΝ
ἁπάντων φρητόρων περὶ τούτου τοῦ πράγματος οὕτως ἔδοξεν· ΑΠΑΝΤΩΝ ΦΡΗΤΟΡΩΝ ΠΕΡΙ ΤΟΥΤΟΥ ΤΟΥ ΠΡΑΓΜΑΤΟΣ ΟΥΤΩΣ ΕΔΟΞΕΝ·
ἐπειδὴ {ι} Μουνάτι[ο]ς Ἱλαριανὸς πολείτου δικαίου καὶ φιλοπάτριδος ΕΠΕΙΔΗ Ι ΜΟΥΝΑΤΙ[ ]Σ ΙΛΑΡΙΑΝΟΣ ΠΟΛΕΙΤΟΥ ΔΙΚΑΙΟΥ ΚΑΙ ΦΙΛΟΠΑΤΡΙΔΟΣ
γνώμηι καὶ διαθέσει χρώμενος τὴν φρατρίαν ὁρῶν τὴν ἡμετέραν ΓΝΩΜΗΙ ΚΑΙ ΔΙΑΘΕΣΕΙ ΧΡΩΜΕΝΟΣ ΤΗΝ ΦΡΑΤΡΙΑΝ ΟΡΩΝ ΤΗΝ ΗΜΕΤΕΡΑΝ
ἀκόσμητον οὖσαν καὶ παλαιάν φρονήματι λαμπρῶι καὶ μεγαλοψύχωι χρη- ΑΚΟΣΜΗΤΟΝ ΟΥΣΑΝ ΚΑΙ ΠΑΛΑΙΑΝ ΦΡΟΝΗΜΑΤΙ ΛΑΜΠΡΩΙ ΚΑΙ ΜΕΓΑΛΟΨΥΧΩΙ ΧΡΗ
σάμενος λίθοις ποικίλοις τοῖς ἀρίστοις καὶ σπανιωτάτοις πολυτελείᾳ ΣΑΜΕΝΟΣ ΛΙΘΟΙΣ ΠΟΙΚΙΛΟΙΣ ΤΟΙΣ ΑΡΙΣΤΟΙΣ ΚΑΙ ΣΠΑΝΙΩΤΑΤΟΙΣ ΠΟΛΥΤΕΛΕΙΑ
κατασκευῆς ἐκόσμησεν τὸν οἶκον καὶ τὴν ὀροφὴν ἐποίησε χρυσοῦ μη- ΚΑΤΑΣΚΕΥΗΣ ΕΚΟΣΜΗΣΕΝ ΤΟΝ ΟΙΚΟΝ ΚΑΙ ΤΗΝ ΟΡΟΦΗΝ ΕΠΟΙΗΣΕ ΧΡΥΣΟΥ ΜΗ
δέν τι δαπάνης χρημάτων φεισάμενος μηδὲ τῶν εἰς τοῦτο ἀναλωμά- ΔΕΝ ΤΙ ΔΑΠΑΝΗΣ ΧΡΗΜΑΤΩΝ ΦΕΙΣΑΜΕΝΟΣ ΜΗΔΕ ΤΩΝ ΕΙΣ ΤΟΥΤΟ ΑΝΑΛΩΜΑ
των καὶ τοῖς μὲν Ἀρτεμεισίων φράτορσιν ἑστιατήριον ἐποίησε τῶν ἄλ- ΤΩΝ ΚΑΙ ΤΟΙΣ ΜΕΝ ΑΡΤΕΜΕΙΣΙΩΝ ΦΡΑΤΟΡΣΙΝ ΕΣΤΙΑΤΗΡΙΟΝ ΕΠΟΙΗΣΕ ΤΩΝ ΑΛ
λων σεμνότερον τῇ δὲ Ἀρτέμιδι ἧς ἐστιν ἐπώνυμος ἡ φρατρία, νεὼν ΛΩΝ ΣΕΜΝΟΤΕΡΟΝ ΤΗ ΔΕ ΑΡΤΕΜΙΔΙ ΗΣ ΕΣΤΙΝ ΕΠΩΝΥΜΟΣ Η ΦΡΑΤΡΙΑ ΝΕΩΝ
κατεσκεύασεν ἄξιον καὶ τῆς θεοῦ καὶ τῆς κοινῆς εὐσεβείας, δεδόχθαι ΚΑΤΕΣΚΕΥΑΣΕΝ ΑΞΙΟΝ ΚΑΙ ΤΗΣ ΘΕΟΥ ΚΑΙ ΤΗΣ ΚΟΙΝΗΣ ΕΥΣΕΒΕΙΑΣ ΔΕΔΟΧΘΑΙ
τοῖς Ἀρτεμεισίων φράτορσιν· ἀμείβεσθαι τὴν εὔνοιαν αὐτοῦ τὴν τοσαύτην ΤΟΙΣ ΑΡΤΕΜΕΙΣΙΩΝ ΦΡΑΤΟΡΣΙΝ· ΑΜΕΙΒΕΣΘΑΙ ΤΗΝ ΕΥΝΟΙΑΝ ΑΥΤΟΥ ΤΗΝ ΤΟΣΑΥΤΗΝ
καὶ τὴν φιλοτειμίαν πρῶτον μὲν τῇ τῆς διαθέσεως καὶ προαιρέ<σε>ως τειμῆι ΚΑΙ ΤΗΝ ΦΙΛΟΤΕΙΜΙΑΝ ΠΡΩΤΟΝ ΜΕΝ ΤΗ ΤΗΣ ΔΙΑΘΕΣΕΩΣ ΚΑΙ ΠΡΟΑΙΡΕΩΣ ΤΕΙΜΗΙ
πάντων οἰκειότατον καὶ προστάτην καὶ πα<τέ>ρα νομίζοντας καὶ βίον εὐ- ΠΑΝΤΩΝ ΟΙΚΕΙΟΤΑΤΟΝ ΚΑΙ ΠΡΟΣΤΑΤΗΝ ΚΑΙ ΠΑΡΑ ΝΟΜΙΖΟΝΤΑΣ ΚΑΙ ΒΙΟΝ ΕΥ
χομένους αὐτῷ μακρὸν ἐν εὐδαιμονίᾳ, ἔπειτα δὲ καὶ τειμὰς αὐτῶι νέμειν κατὰ ΧΟΜΕΝΟΥΣ ΑΥΤΩ ΜΑΚΡΟΝ ΕΝ ΕΥΔΑΙΜΟΝΙΑ ΕΠΕΙΤΑ ΔΕ ΚΑΙ ΤΕΙΜΑΣ ΑΥΤΩΙ ΝΕΜΕΙΝ ΚΑΤΑ
δύναμιν τὴν ἡμετέραν, τὰς προσηκούσας ἀνδριάντων ἀναστάσεις τεσ- ΔΥΝΑΜΙΝ ΤΗΝ ΗΜΕΤΕΡΑΝ ΤΑΣ ΠΡΟΣΗΚΟΥΣΑΣ ΑΝΔΡΙΑΝΤΩΝ ΑΝΑΣΤΑΣΕΙΣ ΤΕΣ
σάρων ἐν τῆι φρατρίᾳ, δύο μὲν αὐτοῦ Μουνατίου Ἱλ̣αριανοῦ τοῦ φιλοπάτριδος δύο ΣΑΡΩΝ ΕΝ ΤΗΙ ΦΡΑΤΡΙΑ ΔΥΟ ΜΕΝ ΑΥΤΟΥ ΜΟΥΝΑΤΙΟΥ ΙΛΑΡΙΑΝΟΥ ΤΟΥ ΦΙΛΟΠΑΤΡΙΔΟΣ ΔΥΟ
δὲ τοῦ ὑοῦ αὐτοῦ Μαρίου Οὐήρου τοῦ ἥρωος· ἀναθεῖναι δὲ καὶ εἰκόνας ἐν τῆι φρα- ΔΕ ΤΟΥ ΥΟΥ ΑΥΤΟΥ ΜΑΡΙΟΥ ΟΥΗΡΟΥ ΤΟΥ ΗΡΩΟΣ· ΑΝΑΘΕΙΝΑΙ ΔΕ ΚΑΙ ΕΙΚΟΝΑΣ ΕΝ ΤΗΙ ΦΡΑ
τρίᾳ μετὰ ἀσπιδείων χρυσῶν ἀνφοτέρων προσφέρειν δὲ αὐτῶι καὶ πεντήκοντα ΤΡΙΑ ΜΕΤΑ ΑΣΠΙΔΕΙΩΝ ΧΡΥΣΩΝ ΑΝΦΟΤΕΡΩΝ ΠΡΟΣΦΕΡΕΙΝ ΔΕ ΑΥΤΩΙ ΚΑΙ ΠΕΝΤΗΚΟΝΤΑ
χώρας ὁλοκλήρους καὶ κεχαλκολογηκότων ἐν τῇ φρατρίᾳ προῖκα ΧΩΡΑΣ ΟΛΟΚΛΗΡΟΥΣ ΚΑΙ ΚΕΧΑΛΚΟΛΟΓΗΚΟΤΩΝ ΕΝ ΤΗ ΦΡΑΤΡΙΑ ΠΡΟΙΚΑ
ὡς μὴ μόνον κεκοσμῆσθαι τὴν φρατρίαν ἡμεῖν πολυτελείᾳ καὶ ΩΣ ΜΗ ΜΟΝΟΝ ΚΕΚΟΣΜΗΣΘΑΙ ΤΗΝ ΦΡΑΤΡΙΑΝ ΗΜΕΙΝ ΠΟΛΥΤΕΛΕΙΑ ΚΑΙ
{καὶ} κάλλει τῆς κατασκευῆς καὶ σεμνότητι ἱροπρεπεῖ ἀλλὰ καὶ τῷ πλή- ΚΑΙ ΚΑΛΛΕΙ ΤΗΣ ΚΑΤΑΣΚΕΥΗΣ ΚΑΙ ΣΕΜΝΟΤΗΤΙ ΙΡΟΠΡΕΠΕΙ ΑΛΛΑ ΚΑΙ ΤΩ ΠΛΗ
θει τῶν νεμόντων εὐξῆσθαι τὴν φρατρίαν Μουνατίου Ἱλαριανοῦ τοῦ ΘΕΙ ΤΩΝ ΝΕΜΟΝΤΩΝ ΕΥΞΗΣΘΑΙ ΤΗΝ ΦΡΑΤΡΙΑΝ ΜΟΥΝΑΤΙΟΥ ΙΛΑΡΙΑΝΟΥ ΤΟΥ
φιλοπάτριδος τετε<ι>μημένου· ἐπικυροῦντος τὸ ψήφισμα Κανεινίου ΦΙΛΟΠΑΤΡΙΔΟΣ ΤΕΤΕΜΗΜΕΝΟΥ· ΕΠΙΚΥΡΟΥΝΤΟΣ ΤΟ ΨΗΦΙΣΜΑ ΚΑΝΕΙΝΙΟΥ
Ἡρακλείδου τοῦ φροντιστοῦ τῆς φρατρίας ΗΡΑΚΛΕΙΔΟΥ ΤΟΥ ΦΡΟΝΤΙΣΤΟΥ ΤΗΣ ΦΡΑΤΡΙΑΣ
Μουνάτιος Ἱλαριανὸς Ἀρτεμεισίων φρήτορσι χαίρειν ΜΟΥΝΑΤΙΟΣ ΙΛΑΡΙΑΝΟΣ ΑΡΤΕΜΕΙΣΙΩΝ ΦΡΗΤΟΡΣΙ ΧΑΙΡΕΙΝ
τὰς τειμὰς ἃς ἐψηφίσασθέ μοι καὶ τὰς δωρεὰς εἰς ἀμοιβὴν τῆς εὐνοίας ΤΑΣ ΤΕΙΜΑΣ ΑΣ ΕΨΗΦΙΣΑΣΘΕ ΜΟΙ ΚΑΙ ΤΑΣ ΔΩΡΕΑΣ ΕΙΣ ΑΜΟΙΒΗΝ ΤΗΣ ΕΥΝΟΙΑΣ
καὶ τῆς προθυμίας τῆς ἐμῆς ἡδέως ἔλαβον οὐ διὰ τὸ μέγεθος ὧν ἐπεδεί- ΚΑΙ ΤΗΣ ΠΡΟΘΥΜΙΑΣ ΤΗΣ ΕΜΗΣ ΗΔΕΩΣ ΕΛΑΒΟΝ ΟΥ ΔΙΑ ΤΟ ΜΕΓΕΘΟΣ ΩΝ ΕΠΕΔΕΙ
ξασθε φιλοτειμούμενοι πρὸς ἐμὲ καὶ τὸν υἱὸν τὸν ἐμὸν ἥρωα τὸν ΞΑΣΘΕ ΦΙΛΟΤΕΙΜΟΥΜΕΝΟΙ ΠΡΟΣ ΕΜΕ ΚΑΙ ΤΟΝ ΥΙΟΝ ΤΟΝ ΕΜΟΝ ΗΡΩΑ ΤΟΝ
ὑμέτερον, ἀλλὰ καὶ δι’ αὐτὴν τὴν προαίρεσιν τῶν διδόντων ὅτι χρησ- ΥΜΕΤΕΡΟΝ ΑΛΛΑ ΚΑΙ ΔΙ’ ΑΥΤΗΝ ΤΗΝ ΠΡΟΑΙΡΕΣΙΝ ΤΩΝ ΔΙΔΟΝΤΩΝ ΟΤΙ ΧΡΗΣ
τοὺς ὑμᾶς καὶ δικαίους ἐπέγνων ἐκ τῶν ἀμοιβῶν. τὰς μὲν οὖν ΤΟΥΣ ΥΜΑΣ ΚΑΙ ΔΙΚΑΙΟΥΣ ΕΠΕΓΝΩΝ ΕΚ ΤΩΝ ΑΜΟΙΒΩΝ ΤΑΣ ΜΕΝ ΟΥΝ
τεσσεράκοντα χώρας ἃς προετείνατέ μοι παραιτοῦμαι πεντεκαί- ΤΕΣΣΕΡΑΚΟΝΤΑ ΧΩΡΑΣ ΑΣ ΠΡΟΕΤΕΙΝΑΤΕ ΜΟΙ ΠΑΡΑΙΤΟΥΜΑΙ ΠΕΝΤΕΚΑΙ
δεκα χώραις ἐκ τούτων ἀρκούμενος καὶ τῶν εἰκόνων τῶν τεσσάρων καὶ ΔΕΚΑ ΧΩΡΑΙΣ ΕΚ ΤΟΥΤΩΝ ΑΡΚΟΥΜΕΝΟΣ ΚΑΙ ΤΩΝ ΕΙΚΟΝΩΝ ΤΩΝ ΤΕΣΣΑΡΩΝ ΚΑΙ
τῶν ἀνδριάντων τῶν τεσσάρων ἐμοὶ μὲν ἱκανὴ {ι} μία γραφὴ {ι} καὶ χαλ- ΤΩΝ ΑΝΔΡΙΑΝΤΩΝ ΤΩΝ ΤΕΣΣΑΡΩΝ ΕΜΟΙ ΜΕΝ ΙΚΑΝΗ Ι ΜΙΑ ΓΡΑΦΗ Ι ΚΑΙ ΧΑΛ
κοῦς ἀνδριὰς εἷς ἴσαι δὲ τειμαὶ καὶ τῶι μεθεστηκότι τὰς γὰρ πολλὰς εἰκό- ΚΟΥΣ ΑΝΔΡΙΑΣ ΕΙΣ ΙΣΑΙ ΔΕ ΤΕΙΜΑΙ ΚΑΙ ΤΩΙ ΜΕΘΕΣΤΗΚΟΤΙ ΤΑΣ ΓΑΡ ΠΟΛΛΑΣ ΕΙΚΟ
νας καὶ τοὺς πολλοὺς ἀνδριάντας ἐν ταῖς ὑμετέραις ψυχαῖς ἔχομεν κα- ΝΑΣ ΚΑΙ ΤΟΥΣ ΠΟΛΛΟΥΣ ΑΝΔΡΙΑΝΤΑΣ ΕΝ ΤΑΙΣ ΥΜΕΤΕΡΑΙΣ ΨΥΧΑΙΣ ΕΧΟΜΕΝ ΚΑ
θιδρυμένους· χρὴ δὲ ὑμᾶς ἄνδρες ἀγαθοὶ καὶ φράτορες ἐμοί, μὴ ταῦτα ΘΙΔΡΥΜΕΝΟΥΣ· ΧΡΗ ΔΕ ΥΜΑΣ ΑΝΔΡΕΣ ΑΓΑΘΟΙ ΚΑΙ ΦΡΑΤΟΡΕΣ ΕΜΟΙ ΜΗ ΤΑΥΤΑ
μόνον ἐν ὀφθαλμοῖς ἔχειν τὴν φρατρίαν καὶ τὸν εἰς ταύτην κόσ- ΜΟΝΟΝ ΕΝ ΟΦΘΑΛΜΟΙΣ ΕΧΕΙΝ ΤΗΝ ΦΡΑΤΡΙΑΝ ΚΑΙ ΤΟΝ ΕΙΣ ΤΑΥΤΗΝ ΚΟΣ
μον καὶ τὴν πολυτέλειαν ἀλλὰ καὶ ἕτερα ὑμᾶς ἐλπίζειν παρ’ ἐμοῦ· ΜΟΝ ΚΑΙ ΤΗΝ ΠΟΛΥΤΕΛΕΙΑΝ ΑΛΛΑ ΚΑΙ ΕΤΕΡΑ ΥΜΑΣ ΕΛΠΙΖΕΙΝ ΠΑΡ’ ΕΜΟΥ·
τὸ γὰρ τῆς εὐνοίας τῆς ἐμῆς ἀεὶ καὶ μᾶλλον ἐγείρει τὴν προθυμίαν ΤΟ ΓΑΡ ΤΗΣ ΕΥΝΟΙΑΣ ΤΗΣ ΕΜΗΣ ΑΕΙ ΚΑΙ ΜΑΛΛΟΝ ΕΓΕΙΡΕΙ ΤΗΝ ΠΡΟΘΥΜΙΑΝ
τὴν ἐμὴν εἰς τὴν πρὸς ὑμᾶς τειμὴν καὶ χάριν ΤΗΝ ΕΜΗΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΥΜΑΣ ΤΕΙΜΗΝ ΚΑΙ ΧΑΡΙΝ
 
L(ucius) Munatius Hilarianus phr(a)etoribus(!) Artemisis salutem L MVNATIVS HILARIANVS PHRETORIBVS ARTEMISIS SALVTEM
honores quos decrevistis mihi item dona at(!) re- HONORES QVOS DECREVISTIS MIHI ITEM DONA AT RE
munerandum animum meum et pronam volun- MVNERANDVM ANIMVM MEVM ET PRONAM VOLVN
tatem grate accepi non pro magnitudine eorum TATEM GRATE ACCEPI NON PRO MAGNITVDINE EORVM
quae ostendistis tribuentes mihi et filio meo QVAE OSTENDISTIS TRIBVENTES MIHI ET FILIO MEO
heroi vestro set(!) maxime propositi vestri gratia HEROI VESTRO SET MAXIME PROPOSITI VESTRI GRATIA
qui decrevistis quod vos et bonos et iustos intel- QVI DECREVISTIS QVOD VOS ET BONOS ET IVSTOS INTEL
lexi ex his quae remuneratis et quidem quinqua- LEXI EX HIS QVAE REMVNERATIS ET QVIDEM QVINQVA
ginta choras quas mihi obtulistis excuso quinde- GINTA CHORAS QVAS MIHI OBTVLISTIS EXCVSO QVINDE
cim contentus item de imaginibus quattuor et de CIM CONTENTVS ITEM DE IMAGINIBVS QVATTVOR ET DE
statuis quattuor mihi enim sufficit statua una STATVIS QVATTVOR MIHI ENIM SVFFICIT STATVA VNA
et una imago set(!) et in honorem fili mei sufficiet ET VNA IMAGO SET ET IN HONOREM FILI MEI SVFFICIET
statua una plures enim imagines et statuas in STATVA VNA PLVRES ENIM IMAGINES ET STATVAS IN
vestris animis habemus constitutas oportet VESTRIS ANIMIS HABEMVS CONSTITVTAS OPORTET
autem vos optimi viri et conphr(a)etores(!) non AVTEM VOS OPTIMI VIRI ET CONPHRETORES NON
solum haec ante oculos habere phretriam(!) et SOLVM HAEC ANTE OCVLOS HABERE PHRETRIAM ET
cultum eius et lautitiam sed etiam alia sperare de me disposi- CVLTVM EIVS ET LAVTITIAM SED ETIAM ALIA SPERARE DE ME DISPOSI
tio enim animi mei magis hortatur volunta- TIO ENIM ANIMI MEI MAGIS HORTATVR VOLVNTA
tem meam in vestrum honorem et gratiam TEM MEAM IN VESTRVM HONOREM ET GRATIAM
valete VALETE
Literature:
  • AE 1913, 0134.
  • AE 1988, 0324.
  • AE 1989, 0179.
  • AE 1913, p. 58 s. n. 237.

IIIF Manifest

Find circumstances / present location

province:
country:
Italy
ancient find spot:
Neapolis
modern find spot:
find spot:
modern region:
present location:
Napoli, Mus. Arch. Naz.

Type of inscription / language

language:
Greek-Latin

People

Person 1
Name:
Λ. Σεπτιμίου Σεουήρου
Praenomen:
Λ.
Nomen:
Σεπτίμιος
Cognomen:
Σεουῆρος
gender:
male
Status:
emperor / imperial household
Person 2
Name:
[[[Δ. Κλωδίου Σεπτιμίου Ἀλβίνου Καίσ.]]]
gender:
male
Status:
emperor / imperial household
Person 3
Name:
Μ. Αὐρηλίου Ἀπολαύστου
Praenomen:
Μ.
Nomen:
Αὐρήλιος
Cognomen:
Ἀπόλαυστος
gender:
male
Person 4
Name:
Καίλ. Ἀσιατικός
Nomen:
Καίλιος*
Cognomen:
Ἀσιατικός
gender:
male
Person 5
Name:
Ἰούλ. Αὐρηλιανός
Nomen:
Ἰούλιος*
Cognomen:
Αὐρηλιανός
gender:
male
Person 6
Name:
Ἰούλ. Καιλιανός
Nomen:
Ἰούλιος*
Cognomen:
Καιλιανός
gender:
male
Person 7
Name:
Μουνάτι[ο]ς Ἱλαριανός / L. Munatius Hilarianus
Praenomen:
L.
Nomen:
Μουνάτι[ο]ς / Munatius
Cognomen:
Ἱλαριανός / Hilarianus
gender:
male
Person 8
Name:
Μαρίου Οὐήρου
Nomen:
Μάριος
Cognomen:
Οὐῆρος
gender:
male

General Data

HD-Nr:
HD027204
Work Status:
provisional
Last Update:
2015-12-21 by Cowey
See Also:

Download